Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.136 Dem. 20.138 (English) >>Dem. 20.141

20.137εἴ τινα τῶν εὑρημένων τὴν δωρειὰν ἀνάξιον εἶναί φασιν μὴ πεποιηκότʼ ἐφʼ οἷς εὕρετʼ ἔχειν, ἄλλʼ ὁτιοῦν ἐγκαλοῦσίν τινι, γράφεσθαι κατὰ τὸν νόμον ὃν παρεισφέρομεν νῦν ἡμεῖς, θέντων ἡμῶν, ὥσπερ ἐγγυώμεθα καὶ φαμὲν θήσειν, θέντας αὐτούς, ὅταν πρῶτον γένωνται νομοθέται. ἔστι δʼ ἑκάστῳ τις αὐτῶν, ὡς ἔοικεν, ἐχθρός, τῷ μὲν Διόφαντος, τῷ δʼ Εὔβουλος, τῷ δʼ ἴσως ἄλλος τις. 20.138εἰ δὲ τοῦτο φεύξονται καὶ μὴ ʼθελήσουσι ποιεῖν, σκοπεῖτʼ, ἄνδρες Ἀθηναῖοι, εἰ καλῶς ὑμῖν ἔχει, τούτων ἕκαστος ὀκνεῖ τοὺς ἐχθροὺς ἀφαιρούμενος ὀφθῆναι, ταῦθʼ ὑμᾶς τοὺς εὐεργέτας ἀφῃρημένους φαίνεσθαι, καὶ τοὺς εὖ τι πεποιηκότας ὑμᾶς, οἷς οὐδεὶς ἂν ἐγκαλέσαι, νόμῳ τὰ δοθέντʼ ἀπολωλεκέναι διʼ ὑμῶν ἁθρόους, παρόν, εἴ τις ἄρʼ ἐστὶν ἀνάξιος, εἷς δύʼ πλείους, γραφῇ διὰ τούτων ταὐτὸ τοῦτο παθεῖν κατʼ ἄνδρα κριθέντας. ἐγὼ μὲν γὰρ οὐχ ὑπολαμβάνω ταῦτα καλῶς ἔχειν οὐδέ γʼ ἀξίως ὑμῶν.

20.139Σκοπῶ δὲ καὶ τοῦτο. Καὶ μὴν οὐδʼ ἐκείνου γʼ ἀποστατέον τοῦ λόγου, ὅτι τῆς μὲν ἀξίας, ὅτʼ ἐδώκαμεν, ἦν δίκαιον τὴν ἐξέτασιν λαμβάνειν, ὅτε τούτων οὐδεὶς ἀντεῖπεν, μετὰ ταῦτα δʼ ἐᾶν, εἴ τι μὴ πεπόνθαθʼ ὑπʼ αὐτῶν ὕστερον κακόν. εἰ δʼ οὗτοι τοῦτο φήσουσι (δεῖξαι μὲν γὰρ οὐκ ἔχουσιν), δεῖ κεκολασμένους αὐτοὺς παρʼ αὐτὰ τἀδικήματα φαίνεσθαι. εἰ δὲ μηδενὸς ὄντος τοιούτου τὸν νόμον ποιήσετε κύριον, δόξετε φθονήσαντες, οὐχὶ πονηροὺς λαβόντες ἀφῃρῆσθαι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.136 Dem. 20.138 (English) >>Dem. 20.141

Powered by PhiloLogic